Ancient Greek · ~4 min
Δ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.3-3
Not analysed yet
Ἡ δὲ σίδη την μὲν μορφήν ἐστιν ὁμοία τῇ μήκωνι· καὶ γὰρ τὸ ἄνω κυτινῶδες τοιοῦτον ἔχει. πλὴν μεῖζον ὡς κατὰ λόγον· μεγέθει δὲ ὅλος ὁ ὄγκος ἡλίκον μῆλον· ἔστι δὲ οὐ γυμνόν, ἀλλὰ ὑμένες περὶ αὐτὴν λευκοί, καὶ ἐπὶ τούτοις ἔξωθεν φύλλα ποώδη παραπλήσια τοῖς τῶν ῥόδων ὅταν ἐν κάλυξιν ὦσι, τέτταρα τὸν ἀριθμόν· ἀνοιχθεῖσα δὲ τοὺς κόκκους ἐρυθροὺς μὲν ἔχει τῷ σχήματι δὲ οὐχ ὁμοίους ταῖς ῥόαις ἀλλὰ περιφερεῖς μικροὺς δὲ καὶ οὐ πολλῷ μείζους κέγχρου· τὸν δὲ χυλὸν ὑδατώδη τινά, καθάπερ ὁ τῶν πυρῶν. ἁδρύνεται δὲ τοῦ θέρους, μίσχον δὲ ἔχει μακρόν. τὸ δὲ ἄνθος ὅμοιον ῥόδου κάλυκι, μεῖζον δὲ καὶ σχεδὸν διπλάσιον τῷ μεγέθει. τοῦτο μὲν οὖν καὶ τὸ φύλλον ἐπὶ τοῦ ὕδατος· μετὰ δὲ ταῦτα, ὅταν ἀπανθήσῃ καὶ συστῇ τὸ περικάρπιον, κατακλίνεσθαί φασιν εἰς τὸ ὕδωρ μᾶλλον, τέλος δὲ συνάπτειν τῇ γῇ καὶ τὸν καρπὸν ἐκχεῖν.