Ancient Greek · ~2 min
Δ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.4-3
Not analysed yet
Καρποφορεῖν δὲ τῶν ἐν τῇ λίμνῃ τοῦτο καὶ τὸ βούτομον καὶ τὸν φλεών. εἶναι δὲ τοῦ βουτόμου μέλανα, τῷ δὲ μεγέθει παραπλήσιον τῷ τῆς σίδης. τοῦ δὲ φλεὼ τὴν καλουμένην ἀνθήλην, ᾧ χρῶνται πρὸς τὰς κονίας. τοῦτο δ᾿ ἐστὶν οἷον πλακουντῶδές τι μαλακον ἐπίπυρρον. ἔτι δὲ καὶ τοῦ φλεὼ καὶ τοῦ βουτόμου τὸ μὲν θῆλυ ἄκαρπον, χρήσιμον δὲ πρὸς τὰ πλόκανα, τὸ δὲ ἄρρεν ἀχρεῖον. Περὶ δὲ τῆς ἴκμης καὶ μηνάνθους καὶ τοῦ ἴπνου σκεπτέον.