Ancient Greek
Γ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.5-2
Not analysed yet
ὁ δὲ καρπὸς στρογγύλος πρόμακρος ἡλίκος κύαμος ὅμοιος τῷ τοῦ κιττοῦ, γωνίας ἔχων ὁ ἁδρὸς πέντε οἷον ἰνῶν ἐξεχουσῶν καὶ εἰς ὀξὺ συναγομένων· ὁ δὲ μὴ ἁδρὸς ἀδιαρθρότερος· διακνιζόμενος δὲ ὁ ἁδρὸς ἔχει μίκρ᾿ ἄττα καὶ λεπτὰ σπερμάτια ἡλίκα καὶ ὁ τῆς ἀδραφάξυος. τὸ δὲ φύλλον καὶ ὁ φλοιὸς ἡδέα καὶ γλυκέα· τὴν δὲ μορφὴν κιττῶδες τὸ φύλλον, πλὴν ἐκ προσαγωγῆς μᾶλλον ἡ περιφέρεια, κατὰ τὸ πρὸς τῷ μίσχῳ κυρτότατον, ἀλλὰ κατὰ μέσον εἰς ὀξύτερον τὴν συναγωγὴν ἔχον καὶ μακρότερον, ἔπουλον δὲ κύκλῳ καὶ κεχαραγμένον. μήτραν δ᾿ ἔχει τὸ ξύλον μικρὰν καὶ οὐ πολὺ μαλακωτέραν τοῦ ἄλλου· μαλακὸν γὰρ καὶ τὸ ἄλλο ξύλον.