Ancient Greek · ~3 min
Δ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.5-3
Not analysed yet
Ἰδιώτατον δὲ τούτων ἐστὶν ἡ τύφη καὶ τῷ ἄφυλλον εἶναι καὶ τῷ μὴ πολύρριζον τοῖς ἄλλοις ὁμοίως· ἐπεὶ τἆλλα οὐχ ἦττον εἰς τὰ κάτω τὴν ὁρμὴν ἔχει καὶ τὴν δύναμιν· μάλιστα δὲ τὸ κύπειρον, ὥσπερ καὶ ἡ ἄγρωστις, δι᾿ ὃ καὶ δυσώλεθρα καὶ ταῦτα καὶ ὅλως ἅπαν τὸ γένος τὸ τοιοῦτον. ἡ δὲ ῥίζα τοῦ κυπείρου πολύ τι τῶν ἄλλων παραλλάττει τῇ ἀνωμαλίᾳ, τῷ τὸ μὲν εἶναι παχύ τι καὶ σαρκῶδες αὐτῆς τὸ δὲ λεπτὸν καὶ ξυλῶδες· καὶ τῇ βλαστήσει καὶ τῇ γενέσει· φύεται γὰρ ἀπὸ τοῦ πρεμνώδους ἑτέρα λεπτὴ κατὰ πλάγιον, εἶτ᾿ ἐν ταύτῃ συνίσταται πάλιν τὸ σαρκῶδες, ἐν ᾧ καὶ ὁ βλαστὸς ἀφ᾿ οὗ ὁ καυλός· ἀφίησι δὲ καὶ εἰς βάθος τὸν αὐτὸν τρόπον ῥίζας, δι᾿ ὃ καὶ πάντων μάλιστα δυσώλεθρον καὶ ἔργον ἐξελεῖν.