Ancient Greek · ~2 min
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.10
Not analysed yet
Γένη δὲ οὐ ταῦτα μόνον ἀλλὰ πλείω τοῦ καλάμου τυγχάνει φανερὰς ἔχοντα τῇ αἰσθήσει διαφοράς· ὁ μὲν γὰρ πυκνὸς καὶ τῇ σαρκὶ καὶ τοῖς γόνασιν, ὁ δὲ μανὸς καὶ ὀλιγογόνατος· καὶ ὁ μὲν κοῖλος, ὃν καλοῦσί τινες συριγγίαν, οὐδὲν γὰρ ώς εἰπεῖν ἔχει ξύλου καὶ σαρκός· ὁ δὲ στερεὸς καὶ συμπλήρης μικροῦ. καὶ ὁ μὲν βραχύς, ὁ δὲ εὐαυξὴς καὶ ὑψηλὸς καὶ παχύς. ὁ δὲ λεπτὸς καὶ πολύφυλλος, ὁ δὲ ὀλιγόφυλλος καὶ μονόφυλλος. ὅλως δὲ πολλαί τινές εἰσι διαφοραὶ κατὰ τὰς χρείας· ἕκαστος γὰρ πρὸς ἕκαστα χρήσιμος.