Ancient Greek · ~2 min
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.11
Not analysed yet
Ὀνόμασι δὲ ἄλλοι ἄλλοις προσαγορεύουσι· κοινότατον δέ πως ὁ δόναξ, ὃν καὶ λοχμωδέστατόν γέ φασιν εἶναι καὶ μάλιστα φύεσθαι παρὰ τοὺς ποταμοὺς καὶ τὰς λίμνας. διαφέρειν δ᾿ ὅμως παντὸς καλάμου πολὺ τόν τε ἐν τῷ ξηρῷ καὶ τὸν ἐν τοῖς ὕδασι φυόμενον. ἴδιος δὲ καὶ ὁ τοξικός, ὃν δὴ Κρητικόν τινες καλοῦσιν· ὀλιγογόνατος μὲν σαρκωδέστερος δὲ πάντων καὶ μάλιστα κάμψιν δεχόμενος, και ὅλως ἄγεσθαι δυνάμενος ὡς ἂν θέλῃ τις θερμαινόμενος.