Ancient Greek · ~2 min
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.12
Not analysed yet
Ἔχουσι δέ, ὥσπερ ἐλέχθη, καὶ κατὰ τὰ φύλλα μεγάλας διαφορὰς οὐ πλήθει καὶ μεγέθει μόνον ἀλλὰ καὶ χροιᾷ. ποικίλος γὰρ ὁ Λακωνικός καλούμενος. ἔτι δὲ τῇ θέσει καὶ προσφ ύσει· κάτωθεν γὰρ ἔνιοι πλεῖστα φέρουσι τῶν φύλλων, αὐτὸς δὲ ὥσπερ ἐκ θάμνου πέφυκε. σχεδὸν δέ τινές φασι καὶ τῶν λιμναίων ταύτην εἶναι τὴν διαφοράν, τό πολύφυλλον καὶ παρόμοιον ἔχειν τρόπον τινὰ τὸ φύλλον τῷ τοῦ κυπείρου καὶ φλεὼ καὶ θρύου καὶ βουτόμου· σκέψασθαι δὲ δεῖ τοῦτο.