Ancient Greek · ~3 min
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.13
Not analysed yet
Γένος δέ τι καλάμου φύεται καὶ ἐπίγειον, ὃ οὐκ εἰς ὀρθόν ἀλλ' ἐπὶ γῆς ἀφίησι τόν καυλόν, ὥσπερ ἡ ἄγρωστις, καὶ οὕτως ποιεῖται τὴν αὔξησιν. ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, καλεῖται δὲ ὑπό τινων εἰλετίας. Ὁ δὲ Ἰνδικὸς ἐν μεγίστῃ διαφορᾷ καὶ ὥσπερ ἕτερον ὅλως τὸ γένος· ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, ὁ δὲ θῆλυς κοῖλος· διαιροῦσι γὰρ καὶ τοῦτον τῷ ἄρρενι καὶ θήλει. φύονται δ’ ἐξ ἑνὸς πυθμένος πολλοὶ καὶ οὐ λοχμώδεις· τὸ δὲ φύλλον οὐ μακρὸν ἀλλ’ ὅμοιον τῇ ἰτεᾳ· τῷ δὲ μεγέθει μεγάλοι καὶ εὐπαγεῖς, ὥστε ἀκοντίοις χρῆσθαι. φύονται δὲ οὗτοι περὶ τὸν Ἀκεσίνην ποταμόν. ἅπας δὲ κάλαμος εὔζωος καὶ τεμνόμενος καὶ ἐπικαιόμενος καλλίων βλαστάνει· ἔτι δὲ παχύρριζος καὶ πολύρριζος, δι’ ὃ καὶ δυσώλεθρος. ἡ δὲ ῥίζα γονατώδης, ὥσπερ ἡ τῆς ἀγρωστίδος, πλὴν οὐ παντὸς ὁμοίως. ἀλλὰ περὶ μὲν καλάμων ἱκανῶς εἰρήσθω.