Ancient Greek · ~2 min
Δ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.1-3
Not analysed yet
XII. Κατάλοιπον δὲ εἰπεῖν ὡσὰν ἐκ τοῦ γένους τούτου περὶ σχοίνου· καὶ γὰρ καὶ τοῦτο τῶν ἐνύδρων θετέον. ἔστι δὲ αὐτοῦ τρία εἴδη, καθάπερ τινὲς διαιρνῦσιν, ὅ τε ὀξὺς καὶ ἄκαρπος, ὃν δὴ καλοῦσιν ἄρρενα, καὶ ὁ κάρπιμος, ὃν μελαγκρανὶν καλοῦμεν διὰ τὸ μέλανα τὸν καρπόν ἔχειν, παχύτερος δὲ οὗτος καὶ σαρκωδέστερος· καὶ τρίτος τῷ μεγέθει καὶ τῇ παχύτητι καὶ εὐσαρκίᾳ διαφέρων ὁ καλούμενος ὁλόσχοινος.