Ancient Greek · ~3 min
Η, Chapter 11
Theophrastus, Enquiry into Plants 11.3-4
Not analysed yet
Τὰ δὲ κιχοριώδη πάντα μὲν ἐπετειόφυλλα καὶ ῥιζόφυλλα, βλαστάνει δὲ μετὰ Πλειάδα πλὴν τῆς ἀπάπης, τοῖς δὲ καυλοῖς καὶ ταῖς ῥίζαις μεγάλας ἔχουσι διαφοράς· οἱ μὲν γὰρ τῶν ἄλλων ἁπλούστεροι καὶ ἐλάττους, ὁ δὲ τοῦ κιχορίου μέγας καὶ ἀποφύσεις ἔχων πολλάς, ἔτι δὲ γλίσχρος καὶ δυσδιαίρετος, δι᾿ ὃ καὶ δεσμῷ χρῶνται· παραβλαστητικὸν δὲ καὶ τῇ ῥίζῃ καὶ ἄλλως μακκρόρριζον, δι᾿ ὃ καὶ δυσώλεθρον· ὅταν γὰρ ἐκλαχανίσωνται, πάλιν τὸ ὑπόλοιπον ἀρχὴν λαμβάνει γενέσεως. συμβαίνει δὲ καὶ παρανθεῖν αὐτοῦ μέρος ἄλλο καὶ ἄλλο, καὶ τοῦτο ἄχρι τοῦ μετοπώρου, σκληροῦ δοκοῦντος εἶναι τοῦ καυλοῦ. φέρει δὲ καὶ λοβὸν ἐν ᾧ τὸ σπέρμα περὶ τὶ ἄκρα τῶν καυλῶν.