Ancient Greek · ~3 min
Η, Chapter 11
Theophrastus, Enquiry into Plants 11.4-4
Not analysed yet
Ἡ δὲ ὑποχοιρὶς λειοτέρα καὶ ἡμερωτέρα τῇ προσάψει καὶ γλυκυτέρα καὶ οὐχ ὥσπερ ἡ χόνδρυλλα· τὸ γάρ ὅλον οὐκ ἐδώδιμος αὕτη καὶ ἄβρωτος καὶ ἐν τῇ ῥίζῃ δριμὺν ὀπὸν ἔχει καὶ πολύν. Ἄβρωτος δὲ καὶ πικρὰ ἡ ἀπάπη· πρωϊανθὴς δὲ καὶ ταχὺ γηράσκει καὶ ἀποπαπποῦται, εἶτ᾿ ἄλλο φύεται πάλιν καὶ ἄλλο καὶ τοῦτο παρ᾿ ὅλον ποιεῖ τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους· τὸ δ᾿ ἄνθος μηλινοειδές. Ὡσαύτως δὲ καὶ ἡ πικρίς· καὶ γὰρ αὕτη τῷ ἦρι ἀνθεῖ, καὶ παραπλησία δι᾿ ὅλου τοῦ χειμῶνος καὶ τοῦ θέρους παρανθεῖ· τῇ γεύσει δὲ πικρά, δι᾿ ὃ καὶ τοὔνομα εἴληφε. ταῦτα μὲν οὖν ἐν ταύταις ταῖς διαφοραῖς. πειρατέον δέ, ὡς ἐλέχθη, καὶ τῶν ἄλλων λαμβάνειν ὁμοίως.