Ancient Greek · ~3 min
Η, Chapter 12
Theophrastus, Enquiry into Plants 12.1-4
Not analysed yet
XII. Πολὺ δέ τι γένος ἐστὶ καὶ τῶν σαρκορρίζων ἢ κεφαλορρίζων, ἃ καὶ πρὸς τὰ ἄλλα καὶ καθ᾿ αὑτὰ τὰς διαφορὰς ἔχει ῥίζαις τε καὶ φύλλοις καὶ καυλοῖς καὶ ταῖς ἄλλαις μορφαῖς. τῶν γὰρ ῥιζῶν, ὥσπερ εἴρηται πρότερον, αἱ μὲν λεπυριώδεις αἱ δὲ σαρκώδεις, καὶ αἱ μὲν ἔχουσαι φλοιὸν αἱ δ᾿ ἄφλοιοι, ἔτι δὲ αἱ μὲν στρογγύλαι αἱ δὲ προμήκεις καὶ αἱ μὲν ἐδώδιμοι αἱ δ᾿ ἄβρωτοι. ἐδώδιμοι μὲν γὰρ οὐ μόνον βολβοὶ καὶ τὰ ὅμοια τούτοις, ἀλλὰ καὶ ἡ τοῦ ἀσφοδέλου ῥίζα καὶ ἡ τῆς σκίλλης, πλὴν οὐ πάσης ἀλλὰ τῆς Ἐπιμενιδείου καλουμένης, ἣ ἀπὸ τῆς χρήσεως ἔχει τὴν προσηγορίαν· αὕτη δὲ στενοφυλλοτέρα τε καὶ λειοτέρα τῶν λοιπῶν ἐστιν.