Ancient Greek
Θ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.7-2
Not analysed yet
Δοκεῖ δὲ καὶ γῆ τις εἶναι παρά τισιν ἣ διαπαττομένη συντηρεῖ τὸν πυρόν, ὥσπερ ἥ τε ἐν Ὀλόνθῳ καὶ ἐν Κηρίνθῳ τῆς Εὐβοίας· ποιεῖ δὲ χείρω μὲν εἰς τὴν σίτησιν ἁδρότερον δὲ τῇ προσόψει· παραπάττουσι δὲ χοίνικα εἰς τὸν μέδιμνον. Πυρωθέντα πάντα τὰ σπέρματα ἀπόλλυται καὶ ἀβλαστῆ γίνεται· καίτοι περί γε Βαβυλῶνά φασι τὰς κριθὰς καὶ τοὺς πυροὺς ἐπὶ τῆς ἅλω πηδᾶν, ὥσπερ τὰ φρυγόμενα· ἀλλὰ δῆλον ὅτι διαφορά τίς ἐστι τῆς θερμότητος, ἢ ἁπλῶς πως θερμασίᾳ γίνεται ἡ πήδησις. καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὡσπερεὶ κοινὰ δόξειεν ἂν εἶναι πάντων ἢ τῶν πλείστων.