Ancient Greek
Θ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.8-2
Not analysed yet
Ἔνια δὲ ἔχει τινὰ ἰδιότητα καὶ τῶν δοκούντων ὥσπερ ἀγρίων εἶναι καὶ κατὰ τὴν γένεσιν καὶ τὴν ἔκφυσιν, ὥσπερ ὁ θέρμος καὶ ὁ αἰγίλωψ· ὁ μὲν γὰρ θέρμος καίπερ ἰσχυρότατος ὢν ὅμως, ἐὰν μὴ εὐθὺς ἀπὸ τῆς ἅλω καταβληθῇ, κακοφυὴς γίνεται. καθάπερ ἐλέχθη, καὶ τὸ ὅλον δὲ οὐκ ἐθέλει κρύπτεσθαι τῇ γῇ, δι᾿ καὶ οὐχ ὑπαροῦντες σπείρουσι· πολλάκις δὲ κὰν εἰς ὕλην ἢ βοτάνην τινὰ πέσῃ, διωσάμενος ταύτην συνάπτει τὴν ῥίζαν τῇ γῇ καὶ βλαστάνει. χώραν δὲ ὕφαμμον ζητεῖ καὶ φαύλην μᾶλλον, τὸ δὲ ὅλον οὐκ ἐθέλει φύεσθαι ἐν διειργασμένῃ.