Ancient Greek
Γ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.7
Not analysed yet
φύλλα δ᾿ ἀμφοῖν κατὰ μίσχον μακρὸν ἰνοειδῆ πεφύκασι στοιχηδὸν ἐκ τῶν πλαγίων πτερυγοειδῶς, ὡς ἑνὸς ὄντος τοῦ ὅλου λοβοὺς δὲ ἔχοντος ἐσχισμένους ἕως τῆς ἰνός· πλὴν διεστᾶσιν ἀφ᾿ ἑαυτῶν ὑπόσυχνον τὰ κατὰ μέρος· φυλλοβολεῖ δὲ οὐ κατὰ μέρος ἀλλὰ ὅλον ἅμα τὸ πτερυγῶδες. εἰσὶ δὲ περὶ μὲν τὰ παλαιότερα καὶ μακρότερα πλείους αἱ συζυγίαι, περὶ δὲ τὰ νεώτερα καὶ βραχύτερα ἐλάττους, πάντων δὲ ἐπ᾿ ἄκρου τοῦ μίσχου φύλλον περιττόν, ὥστε καὶ πάντ᾿ εἶναι περιττά. τῷ δὲ σχήματι δαφνοειδῆ τῆς λεπτοφ ύλλου, πλὴν χαραγμὸν ἔχοντα καὶ βραχύτερα καὶ οὐκ εἰς ὀξὺ τὸ ἄκρον συνῆκον ἀλλ᾿ εἰς περιφερέστερον. ἄνθος δὲ ἔχει βοτρυῶδες ἀπὸ μιᾶς κορύνης ἐκ πολλῶν μικρῶν καὶ λευκῶν συγκείμενον.