Ancient Greek · ~2 min
Γ, Chapter 12
Theophrastus, Enquiry into Plants 12.8
Not analysed yet
καὶ ὁ καρπὸς ὅταν εὐκαρπῇ βοτρυώδης· πολλὰ γὰρ ἀπὸ τῆς αὐτῆς κορύνης. ὥστ᾿ εἶναι καθάπερ κηρίον. σκωληκόβορος ἐπὶ τοῦ δένδρου ὁ καρπὸς ἄπεπτος ὢν ἔτι γίνεται μᾶλλον τῶν μεσπίλων καὶ ἀπίων καὶ ἀχράδων· καίτοι πολὺ στρυφνότατος. γίνεται δὲ καὶ αὐτὸ τὸ δένδρον σκωληκόβρωτον καὶ οὕτως αὐαινεται γηράσκον· καὶ ὁ σκώληξ ἴδιος ἐρυθρὸς δασύς. καρποφορεῖ δ᾿ ἐπιεικῶς νέα· τριετὴς γὰρ εὐθὺς φύει. τοῦ μετοπώρου δ᾿ ὅταν ἀποβάλῃ τὸ φύλλον, εὐθὺς ἴσχει τὴν καχρυώδη κορύνην λιπαρὰν καὶ ἐπωδηκυῖαν ὡσὰν ἤδη βλαστικόν, καὶ διαμένει τὸν χειμῶνα.