Ancient Greek · ~4 min
Δ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.3-3
Not analysed yet
Ἔνια δὲ γηράσκει μὲν καὶ σ ήπεται ταχέως, παραβλαστάνει δὲ πάλιν ἐκ τῶν αὐτῶν, ὥσπερ α δάφναι καὶ αἱ μηλέαι τε καὶ αἱ ῥ όαι καὶ τῶν φιλύδρων τὰ πολλά· περὶ ὦν καὶ σκέψαιτ’ ἄν τις πότερα ταὐτὰ δεῖ λέγειν ἡ ἕτερα· καθάπερ εἴ τις τὸ στέλεχος ἀποκόψ ας, ὥσπερ ποιοῦσιν οἱ γεωργοί, πάλιν ἀναθεραπεύοι τοὺς βλαστούς, ἢ εἰ καὶ ὅλως ἐκκόψειεν ἄχρι τῶν ῥιζῶν καὶ ἐπικαύσειεν· καὶ γὰρ ταῦτα ποιοῦσιν, ὁτὲ δὲ καὶ ἀπὸ τοῦ αὐτομάτου συμβαίνει· πότερα δὴ τοῦτο ταὐτὸ δεῖ λέγειν ἢ ἕτερον; ᾗ μὲν γὰρ ἀεὶ τὰ μέρη τας αὐξήσεις καὶ φθίσεις φαίνεται παραλλάττοντα καὶ ἔτι τὰς διακαθάρσεις τὰς ὑπ' αὐτῶν, ταύτῃ μὲν ἄν δόξειε ταὐτὸν εἶναι· τί γὰρ ἂν ἐπὶ τούτων ἢ ἐκείνων διαφέροι; ᾗ δ’ ὥσπερ οὐσία καὶ φύσις τοῦ δένδρου μάλιστ’ ἂν φαίνοιτο τὸ στέλεχος, ὅταν μεταλλάττῃ τοῦτο, κἂν τὸ ὅλον ἕτερον ὑπολάβοι τις, εἰ μὴ ἄρα διὰ τὸ ἀπὸ τῶν αὐτῶν ἀρχῶν εἶναι ταὐτὸ θείη· καίτοι πολλάκις συμβαίνει καὶ τὰς ῥίζας ἑτέρας εἶναι καὶ μεταβάλλειν τῶν μὲν σηπο μένων τῶν δ’ ἐξ ἀρχῆς βλαστανουσῶν.