Ancient Greek
Γ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.7
Not analysed yet
Πάρυδρον δὲ καὶ ἡ ἰτέα καὶ πολυειδές· ἡ μὲν μέλαινα καλουμένη τῷ τὸν φλοιὸν ἔχειν μέλανα καὶ φοινικοῦν, ἡ δὲ λευκὴ τῷ λευκόν. καλλίους δὲ ἔχει τὰς ῥάβδους καὶ χρησιμωτέρας εἰς τὸ πλέκειν ἡ μέλαινα, ἡ δὲ λευκὴ καπυρωτέρας. ἔστι δὲ καὶ τῆς μελαίνης καὶ τῆς λευκῆς ἔνιον γένος μικρὸν καὶ οὐκ ἔχον αὔξησιν εἰς ὕψος, ὥσπερ καὶ ἐπ᾿ ἄλλων τοῦτο δένδρων, οἷον κέδρου φοίνικος. καλοῦσι δ᾿ οἱ περὶ Ἀρκαδίαν οὐκ ἰτέαν ἀλλὰ ἑλίκην τὸ δένδρον· οἴονται δέ, ὥσπερ ἐλέχθη, καὶ καρπὸν ἔχειν αὐτὴν γόνιμον.