Ancient Greek · ~3 min
Γ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.1-2
Not analysed yet
XIV. Ἔστι δὲ τῆς πτελέας δύο γένη, καὶ τὸ μὲν ὀρειπτελέα καλεῖται τὸ δὲ πτελέα· διαφέρει δὲ τῷ θαμνωδέστερον εἶναι τὴν πτελέαν εὐαυξέστερον δὲ τὴν ὀρειπτελέαν. φύλλον δὲ ἀσχιδὲς περικεχαραγμένον ἡσυχῆ, προμηκέστερον δὲ τοῦ τῆς ἀπίου, τραχυ δε και οὐ λεῖον. μεγα δὲ τὸ δένδρον καὶ τῷ ὕψει καὶ τῷ μεγέθει. πολὺ δ᾿ οὐκ ἔστι περὶ τὴν Ἴδην ἀλλὰ σπάνιον· τόπον δὲ ἔφυδρον φιλεῖ. τὸ δὲ ξύλον ξανθὸν καὶ ἰσχυρὸν καὶ εὔινον καὶ γλίσχρον· ἅπαν γὰρ καρδία· χρῶνται δ᾿ αὐτῷ καὶ πρὸς θυρώματα πολυτελῆ, καὶ χλωρὸν μὲν εὔτομον ξηρὸν δὲ δύστομον. ἄκαρπον δὲ νομίζουσιν, ἀλλ᾿ ἐν ταῖς κωρυκίσι τὸ κόμμι καὶ θηρί᾿ ἄττα κωνωποειδῆ φέρει. τὰς δὲ κάχρυς ἰδίας ἴσχει τοῦ μετοπώρου πολλὰς καὶ μικρὰς καὶ μελαίνας, ἐν δὲ ταῖς ἄλλαις ὥραις οὐκ ἐπέσκεπται.