Ancient Greek · ~3 min
Γ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.2-2
Not analysed yet
Ἡ δὲ λεύκη καὶ ἡ αἴγειρος μονοειδής, ὀρθοφυῆ δὲ ἄμφω, πλὴν μακρότερον πολὺ καὶ μανότερον καὶ λειότερον ἡ αἴγειρος, τὸ δὲ σχῆμα τῶν φύλων παρόμοιον. ὅμοιον δὲ καὶ τὸ ξύλον τεμνόμενον τῇ λευκότητι. καρπὸν δ᾿ οὐδέτερον τούτων οὐδὲ ἄνθος ἔχειν δοκεῖ. Ἡ κερκὶς δὲ παρόμοιον τῇ λεύκῃ καὶ τῷ μεγέθει καὶ τῷ τοὺς κλάδους ἐπιλεύκους ἔχειν· τὸ δὲ φύλλον κιττῶδες μὲν ἀγώνιον δὲ ἐκ τοῦ ἄλλου, τὴν δὲ μίαν προμήκη καὶ εἰς ὀξὺ συνήκουσαν· τῷ δὲ χρώματι σχεδὸν ὅμοιον τὸ ὕπτιον καὶ τὸ πρανές· μίσχῳ δὲ προσηρτημένον μακρῷ καὶ λεπτῷ, δι᾿ ὃ καὶ οὐκ ὀρθὸν ἀλλ᾿ ἐγκεκλιμένον. φλοιὸν δὲ τραχύτερον τῆς λεύκης καὶ μᾶλλον ὑπόλεπρον, ὥσπερ ὁ τῆς ἀχράδος. ἄκαρπον δέ.