Ancient Greek
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.10
Not analysed yet
Γίνεται δὲ καὶ ἄλλο νόσημα περὶ τὰς ἐλάας ἀράχνιον καλούμενον· φύεται γὰρ τοῦτο καὶ διαφθείρει τὸν καρπόν. ἐπικάει δὲ καὶ καύματά τινα καὶ ἐλάαν καὶ βότρυν καὶ ἄλλους καρπούς. οἱ δὲ καρποὶ σκωληκοῦνταί τινων, οἷον ἐλάας ἀπίου μηλέας μεσπίλης ῥόας. καὶ ὅ γε τῆς ἐλάας σκώληξ ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένηται διαφθείρει τὸν καρπόν, ἐὰν δὲ τὸν πυρῆνα διαφάγῃ ὠφελεῖ. κωλύεται δὲ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ’ Ἀρκτούρῳ γενομένου. γίνονται δὲ καὶ ἐν ταῖς δρυπεπέσι σκώληκες, αἵπερ καὶ χείρους εἰς τὴν ῥύσιν· ὅλως δὲ καὶ δοκοῦσιν εἶναι σαπραί· δι’ ὃ καὶ γίνονται τοῖς νοτίοις καὶ μᾶλλον ἐν τοῖς ἐφύδροις. ἐγγίνονται δὲ καὶ κνῖπες ἔν τισι τῶν δένδρων, ὥσπερ ἐν τῇ δρυῒ καὶ τῇ συκῇ· καὶ δοκοῦσιν ἐκ τῆς ὑγρότητος συνίστασθαι τῆς ὑπὸ τὸν φλοιὸν συνισταμένης· αὕτη δέ ἐστι γλυκεῖα γευομένοις. γίνονται δὲ καὶ ἐν λαχάνοις τισίν, ἔνθα δὲ κάμπαι διαφερούσης δῆλον ὅτι τῆς ἀρχῆς.