Ancient Greek · ~3 min
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.11
Not analysed yet
Καὶ τὰ μὲν νοσήματα σχεδὸν ταῦτα καὶ ἐν τούτοις ἐστίν. ἔνια δὲ πάθη τῶν κατὰ τὰς ὥρας καὶ τῶν κατὰ τοὺς τόπους γινομένων ἀναιρεῖν πέφυκεν, ἃ οὐκ ἄν τις εἴποι νόσους, οἶον λέγω τὴν ἔκπηξιν καὶ ὃ καλοῦσί τινες καυθ μόν. ἄλλα δὲ παρ’ ἑκάστοις πέφυκε πνεύματα ἀπολλύναι καὶ ἀποκάειν· οἶον ἐν Χαλκίδι τῆς Εὐβοίας Ὀλυμπίας ὅταν πνεύσῃ μικρὸν πρὸ τροπῶν ἡ μετὰ τροπὰς χεμερινὰς ψυχρός· ἀποκάει γὰρ τὰ δένδρα καὶ οὕτως αὖα ποιεῖ καὶ ξηρὰ ὡς οὐδ' ἂν ὑφ' ἡλίου καὶ χρόνου πολλοῦ γένοιτ' ἄν, δι’ ὃ καὶ καλοῦσι καυθμόν· ἐγένετο δὲ πρότερον πολλάκις ἤδη καὶ ἐπ’ Ἀρχίππου δι’ ἐτῶν τετταράκοντα σφοδρός.