Ancient Greek
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.9
Not analysed yet
Ἐν Μιλήτῳ δὲ τὰς ἐλάας, ὅταν ὦσι περὶ το ἀνθεῖν, κάμπαι κατεσθίουσιν, αἱ μὲν τὰ φύλλα αἱ δὲ τὰ ἄνθη, ἕτεραι τῷ γένει, καὶ ψιλοῦσι τὰ δένδρα· γίνονται δὲ ἐὰν ᾖ νότια καὶ εὐδιεινά· ἐὰν δὲ ἐπιλάβῃ καύματα ῥήγνυνται. Περὶ δὲ Τάραντα προφαίνουσι μὲν ἀεὶ πολὺν καρπόν, ὑπὸ δὲ τὴν ἀπάνθησιν τὰ πολλ' ἀπόλλυται. τὰ μὲν οὖν τοιαῦτα τῶν τόπων ἴδια.