Ancient Greek · ~3 min
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.12
Not analysed yet
Πονοῦσι δὲ μάλιστα τῶν τόπων οἱ κοῖλοι καὶ οἱ αὐλῶνες καὶ ὅσοι περὶ τοὺς ποταμοὺς καὶ ἀπλῶς οἱ ἀπνευστότατοι· τῶν δένδρων δὲ μάλιστα συκῆ, δεύτερον δὲ ἐλάα. ἐλάας δὲ μᾶλλον ὁ κοτινος ἐπόνησεν ἰσχυρότερος ὤν, ὃ καὶ θαυμαστὸν ἦν· αἱ δὲ ἀμυγδαλαῖ τὸ πάμπαν ἀπαθεῖς· ἀπαθεῖς δὲ καὶ αἱ μηλέαι καὶ αἱ ἄπιοι καὶ αἱ ῥόαι ἐγένοντο· δι’ ὃ καὶ τοῦτο ἦν θαυμαστόν. ἀποκάεται δὲ εὐθὺς ἐκ τοῦ στελέχους, καὶ ὅλως δὲ μᾶλλον καὶ πρότερον ὡς εἰπεῖν ἅπτεται τὰ ἄνω τῶν κάτω. φανερὰ δὲ γίνεται τὰ μὲν ἅμα περὶ τὴν βλάστησιν, ἡ δὲ ἐλάα διὰ τὸ ἀείφυλλον ὕστερον· ὅσαι μὲν οὖν ἂν φυλλοβολήσωσιν ἀναβιώσκονται πάλιν, ὅσαι δ’ ἂν μὴ τελέως ἀπόλλυνται. παρ’ ἐνίοις δέ τινες ἀποκαυθεῖσαι καὶ τῶν φύλλων αὐανθέντων ἀνεβλάστησαν πάλιν ἄνευ τοῦ ἀποβαλεῖν καὶ τὰ φύλλα ἀνεβίωσεν. ἐνιαχοῦ δὲ καὶ πολλάκις τοῦτο συμβαίνει, καθάπερ καὶ ἐν Φιλίπποις.