Ancient Greek
Γ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.3-2
Not analysed yet
Μονογενὲς δὲ καὶ ἡ κλήθρα· φύσει δὲ καὶ ὀρθοφυές, ξύλον δ᾿ ἔχον μαλακὸν καὶ ἐντεριώνην μαλακήν, ὥστε δι᾿ ὅλου κοιλαίνεσθαι τὰς λεπτὰς ῥάβδους. φύλλον δ᾿ ὅμοιον ἀπίω. πλὴν μεῖζον καὶ ἰνωδέστερον. τραχύφλοιον δὲ καὶ ὁ φλοιὸς ἔσωθεν ἐρυθρός, δι᾿ ὃ καὶ βάπτει τὰ δέρματα. ῥίζας δὲ ἐπιπολαίους ἡλίκον δάφνης. φύεται δὲ ἐν τοῖς ἐφύδροις ἀλλόθι δ᾿ οὐδαμοῦ.