Ancient Greek · ~2 min
Δ, Chapter 15
Theophrastus, Enquiry into Plants 15.4-2
Not analysed yet
δεῖ δὲ καὶ τὴν περιαίρεσιν ἔχειν τι πλάτος, πάντων μὲν μάλιστα δὲ τῶν ἰσχυροτάτων· ἐπεὶ ἄν τις μικρὰν παντελῶς ποιήσῃ, οὐθὲν ἄτοπον τὸ μὴ ἀπόλλυσθαι· καίτοι φασί γέ τινες, ἐὰν ὁποσονοῦν, συμφθείρεσθαι πάντως· ἀλλ’ ἐπὶ τῶν ἀσθενεστέρων τοῦτ’ εἰκός. ἔνια γὰρ κἂν μὴ κύκλῳ περιαιρεθῇ φθείρεσθαί φασιν, ἃ καὶ λυπρὰν ἔχει χώραν καὶ ἄτροφον. αὕτη μὲν δη. καθάπερ εἴρηται, κοινὴ φθορὰ πάντων.