Ancient Greek · ~3 min
Δ, Chapter 16
Theophrastus, Enquiry into Plants 16.1-2
Not analysed yet
XVI. Ἣν δὲ καλοῦσιν ἐπικοπὴν τῶν δένδρων. μόνον πεύκης ἐλάτης πίτυος φοίνικος, οἱ δὲ καὶ κέδρου καὶ κυπαρίττου φασί. ταῦτα γάρ, ἐὰν περιαιρεθῇ τὴν κόμην ἄνωθεν καὶ ἐπικοπῇ τὸ ἄκρον, φθείρεται πάντα καὶ οὐ βλαστάνει, καθάπερ οὐδ’ ἐπικαυθέντα ἣ πάντα ἣ ἔνια. τὰ δ’ ἄλλα πάντα καὶ περικοπέντα βλαστάνει, καὶ ἔνιά γε καλλίω γίνεται, καθάπερ ἡ ἐλάα. διαφθείρεται δὲ τὰ πολλὰ κἂν σχισθῇ τὸ στέλεχος· οὐδὲν γὰρ ὑπομένειν δοκεῖ πλὴν ἀμπέλου καὶ συκῆς καὶ ῥόας καὶ μηλέας· ἔνια δὲ κὰν ἑλκωθῇ καὶ μεῖζον καὶ βαθύτερον ἀπόλλυται. τὰ δ’ οὐδὲν πάσχει, καθάπερ ἡ πεύκη δᾳδουργουμένη. καὶ ἐξ ὧν δὴ τὰς ῥητίνας συλλέγουσιν, οἷον ἐλάτης τερμίνθου· καὶ γὰρ δὴ τούτων εἰς βάθος ἡ τρῶσις καὶ ἕλκωσις. καὶ γὰρ ἐξ ἀφόρων φοράδες γίνονται καὶ ἐξ ὀλιγοφόρων πολυφόροι.