Ancient Greek · ~1 min
Γ, Chapter 16
Theophrastus, Enquiry into Plants 16.2
Not analysed yet
Οἱ δὲ περὶ Ἀρκαδίαν δένδρον τι σμίλακα καλοῦσιν, ὅ ἐστιν ὅμοιον τῷ πρίνῳ, τὰ δὲ φύλλα οὐκ ἀκανθώδη ἔχει ἀλλ᾿ ἁπαλώτερα καὶ βαθύτερα καὶ διαφορὰς ἔχοντα πλείους· οὐδὲ τὸ ξύλον ὥσπερ ἐκεῖνο στερεὸν καὶ πυκνόν, ἀλλὰ καὶ μαλακὸν ἐν ταῖς ἐργασίαις.