Ancient Greek · ~2 min
Δ, Chapter 16
Theophrastus, Enquiry into Plants 16.2-2
Not analysed yet
Τὰ δὲ καὶ πελέκησιν ὑπομένει καὶ ὀρθὰ καὶ πεσόντα ὑπὸ πνεύματος, ὥστε πάλιν ἀνίστασθαι καὶ ζῆν καὶ βλαστάνειν, οἶον ἰτέα καὶ πλάτανος. ὅπερ συνέβη καὶ ἐν Ἀντάνδρῳ καὶ ἐν Φιλίπποις· ἐκπεσούσης γὰρ ὡς ἀπέκοψαν τοὺς ἀκρεμόνας καὶ ἐπελέκησαν, ἀνεφύη νύκτωρ ἡ πλάτανος κουφισθεῖσα τοῦ βάρους καὶ ἀνεβίω καὶ ὁ φλοιὸς περιέφυ πάλιν. παραπεπελεκημένη δ’ ἐτύγχανεν ἐκ τῶν δύο μερῶν· ἦν δὲ τὸ δένδρον μέγα μῆκος μὲν μεῖζον ἡ δεκάπηχυ. πάχος δ’ ὥστε μὴ ῥᾳδίως ἂν περιλαβεῖν τέτταρας ἄνδρας.