Ancient Greek · ~4 min
Γ, Chapter 16
Theophrastus, Enquiry into Plants 16.3
Not analysed yet
Ὃ δὲ καλοῦσιν οἱ Ἀρκάδες φελλόδρυν τοιάνδε ἔχει τὴν φύσιν· ὡς μὲν ἁπλῶς εἰπεῖν ἀνὰ μέσον πρίνου καὶ δρυός ἐστιν· καὶ ἔνιοί γε ὑπολαμβάνουσιν εἶναι θῆλυν πρῖνον· δι᾿ ὃ καὶ ὅπου μὴ φύεται πρῖνος τούτῳ χρῶνται πρὸς τὰς ἁμάξας καὶ τὰ τοιαῦτα, καθάπερ οἱ περὶ Λακεδαίμονα καὶ Ἠλείαν. καλοῦσι δὲ οι γε Δωριεῖς καὶ ἀρίαν τὸ δένδρον· ἔστι δὲ μαλακώτερον μὲν καὶ μανότερον τοῦ πρίνου, σκληρότερον δὲ καὶ πυκνότερον τῆς δρυός· καὶ τὸ χρῶμα φλοισθέντος τοῦ ξύλου λευκότερον μὲν τοῦ πρίνου, οἰνωπότερον δὲ τῆς δρυός· τὰ δὲ φύλλα προσέοικε μὲν ἀμφοῖν, ἔχει δὲ μείζω μὲν ἡ ὡς πρῖνος ἐλάττω δὲ ἡ ὡς δρῦς· καὶ τὸν καρπὸν τοῦ μὲν πρίνου κατὰ μέγεθος ἐλάττω ταῖς ἐλαχίσταις δὲ βαλάνοις ἴσον, καὶ γλυκύτερον μὲν τοῦ πρίνου πικρότερον δὲ τῆς δρυός. καλοῦσι δέ τινες τὸν μὲν τοῦ πρίνου καὶ τὸν ταύτης καρπὸν ἄκυλον, τὸν δὲ τῆς δρυὸς βάλανον. μήτραν δὲ ἔχει φανερωτέραν ἢ ὁ πρῖνος· καὶ ἡ μὲν φελλόδρυς τοιαύτην τινὰ ἔχει φύσιν.