Ancient Greek · ~2 min
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.10
Not analysed yet
ἔχει δ᾿ εὐθὺς καὶ τῆς φύσεώς τι τοιοῦτον· ἐκ γὰρ τῶν βλαστῶν ἀφίησιν ἀεὶ ῥίζας ἀνὰ μέσον τῶν φύλλων, αἷσπερ ἐνδύεται τοῖς δένδροις καὶ τοῖς τειχίοις οἶον ἐξεπίτηδες πεποιημέναις ὑπὸ τῆς φύσεως· δι᾿ ὃ καὶ ἐξαιρούμενος τὴν ὑγρότητα καὶ ἕλκων ἀφαυαίνει, καὶ ἐὰν ἀποκοπῇ κάτωθεν δύναται διαμένειν καὶ ζῆν. ἔχει δὲ καὶ ἑτέραν διαφορὰν κατὰ τὸν καρπὸν οὐ μικράν· ὁ μὲν γὰρ ἐπίγλυκύς ἐστιν ὁ δὲ σφόδρα πικρὸς καὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος· σημεῖον δ᾿ ὅτι τὸν μὲν ἐσθίουσιν οἱ ὄρνιθες τὸν δ᾿ οὔ. τὰ μὲν οὖν περὶ τὸν κιττὸν οὕτως ἔχει.