Ancient Greek · ~2 min
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.9
Not analysed yet
Πολύρριζος μὲν οὖν ἅπας κιττὸς καὶ πυκνόρριζος συνεστραμμένος ταῖς ῥίζαις καὶ ξυλώδεσι καὶ παχείαις καὶ οὐκ ἄγαν βαθύρριζος, μάλιστα δ᾿ ὁ μέλας, καὶ τοῦ λευκοῦ ὁ τραχύτατος καὶ ἀγριώτατος· δι᾿ ὃ καὶ χαλεπὸς παραφύεσθαι πᾶσι τοῖς δένδροις· ἀπόλλυσι γὰρ πάντα καὶ ἀφαυαίνει παραιρούμενος τὴν τροφήν. λαμβάνει δὲ μάλιστα πάχος οὖτος καὶ ἀποδενδροῦται καὶ γίνεται αὐτὸ καθ᾿ αὑτὸ κιττοῦ δένδρον. ὡς δ᾿ ἐπὶ τὸ πλεῖον εἶναι πρὸς ἑτέρῳ φιλεῖ καὶ ζητεῖ καὶ ὥσπερ ἐπαλλόκαυλόν ἐστιν.