Ancient Greek
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.7
Not analysed yet
Ἡ δὲ ἕλιξ ἐν μεγίσταις διαφοραῖς· καὶ γὰρ τοῖς φύλλοις πλεῖστον διαφέρει τῇ τε μικρότητι καὶ τῷ γωνοειδῆ καὶ εὐρυθμότερα εἶναι· τὰ δὲ τοῦ κιττοῦ περιφερέστερα καὶ ἀπλᾶ· καὶ τῷ μήκει τῶν κλημάτων καὶ ἔτι τῷ ἄκαρπος εἶναι. διατείνονται γάρ τινες τῷ μὴ ἀποκιττοῦσθαι τῇ φύσει τὴν ἕλικα ἀλλὰ τὴν ἐκ τοῦ κιττοῦ τελειουμένην. (εἰ δὲ πᾶσα ἀποκιττοῦται, καθάπερ τινές φασιν, ἡλικίας ἄν εἴη καὶ διαθέσεως οὐκ εἴδους διαφορά, καθάπερ καὶ τῆς ἀπίου πρὸς τὴν ἀχράδα.) πλὴν τό γε φύλλον καὶ ταύτης πολὺ διαφέρει πρὸς τὸν κιττόν. σπάνιον δὲ τοῦτο καὶ ἐν ὀλίγοις ἐστὶν ὥστε παλαιούμενον μεταβάλλειν, ὥσπερ ἐπὶ τῆς λεύκης καὶ τοῦ κρότωνος.