Ancient Greek · ~4 min
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.8
Not analysed yet
εἴδη δ᾿ ἐστὶ πλείω τῆς ἕλικος, ὡς μὲν τὰ προφανέστατα καὶ μέγιστα λαβεῖν τρία, ἥ τε χλοερὰ καὶ ποιώδης ἥπερ καὶ πλείστη, καὶ ἑτέρα ἡ λευκή, καὶ τρίτη ἡ ποικίλη, ἣν δὴ καλοῦσί τινες Θρᾳκίαν. ἑκάστη δὲ τούτων δοκεῖ διαφέρειν· καὶ γὰρ τῆς χλοώδους ἡ μὲν λεπτοτέρα καὶ ταξιφυλλοτέρα καὶ ἔτι πυκνοφυλλοτέρα, ἡ δ᾿ ἧττον πάντα ταῦτ᾿ ἔχουσα. καὶ τῆς ποικίλης ἡ μὲν μεῖζον ἡ δ᾿ ἔλαττον τὸ φύλλον, καὶ τὴν ποικιλίαν διαφέρουσα. ὡσαύτως δὲ καὶ τὰ τῆς λευκῆς τῷ μεγέθει καὶ τῇ χροιᾷ διαφέρουσιν. εὐαυξεστάτη δὲ ἡ ποιώδης καὶ ἐπὶ πλεῖστον προϊοῦσα. φανερὰν δ᾿ εἶναί φασιν τὴν ἀποκιττουμένην οὐ μόνον τοῖς φύλλοις ὅτι μείζω καὶ πλατύτερα ἔχει ἀλλὰ καὶ τοῖς βλαστοῖς· εὐθὺς γὰρ ὀρθοὺς ἔχει, καί οὐχ ὥσπερ ἡ ἑτέρα κατακεκαμμένη, καὶ διὰ τὴν λεπτότητα καὶ διὰ τὸ μῆκος· τῆς δὲ κιττώδους καὶ βραχύτεροι καὶ παχύτεροι. καὶ ὁ κιττὸς ὅταν ἄρχηται σπερμοῦσθαι μετέωρον ἔχει καὶ ὀρθὸν τὸν βλαστόν.