Ancient Greek · ~3 min
Θ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.2-8
Not analysed yet
Ταύτῃ μὲν οὖν πη διαφέρει. τῇ δὲ ὁμοίως ἔχει τῷ πάντα κατὰ τὴν πρόσφυσιν τοῦ λοβοῦ καὶ τοῦ στάχυος ἀφιέναι τὴν ῥίζαν καὶ μὴ καθάπερ ἐν τοῖς δενδρικοῖς τισιν ἀνάπαλιν, οἷον ἀμυγδαλῇ καρύῳ βαλάνῳ τοῖς τοιούτοις. ἐν ἅπασι δὲ ἡ ῥίζα μικρῷ πρότερον ἐκφύεται τοῦ καυλοῦ· συμβαίνει δὲ ἔν γέ τισι τῶν δένδρων ὥστε τὸν μὲν βλαστὸν ἐν αὐτῷ τῷ σπέρματι βλαστάνειν πρῶτον, αὐξανομένου δὲ διΐστασθαι τὰ σπέρματα—πάντα γάρ πως καὶ ταῦτα διμερῆ, τὰ δὲ δὴ χεδροπὰ φανερῶς πάντα δίθυρα καὶ σύνθετα—τὴν δὲ ῥίζαν εὐθὺς ἔξω προωθεῖσθαιἐν δὲ τοῖς σιτηροῖς διὰ τὸ καθ᾿ ἓν αὐτὰ εἶναι τοῦτο μὲν οὐ συμβαίνει, προτερεῖ δὲ ἡ ῥίζα μικρόν.