Ancient Greek · ~1 min
B, Chapter 2
Theophrastus, Enquiry into Plants 2.11
Not analysed yet
11 Κατὰ δὲ τὴν φυτείαν τὰ ἀπὸ τῶν σπερμάτων φυτευόμενα, καθάπερ ἐλέχθη· παντοῖαι γὰρ αἱ ἐξαλλαγαὶ καὶ τούτων. τῇ θεραπείᾳ δὲ μεταβάλλει ῥόα καὶ ἀμυγδαλῆ· ῥόα μὲν κόπρον ὑείαν λαβοῦσα καὶ ὕδατος πλῆθος ῥυτοῦ· ἀμυγδαλῆ δὲ ὅταν πάτταλόν τις ἐνθῇ, καὶ τὸ δάκρυον ἀφαιρῇ τὸ ἐπιρρέον πλείω χρόνον καὶ τὴν ἄλλην ἀποδιδῷ θεραπείαν.