Ancient Greek · ~1 min
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.9-2
Not analysed yet
Καὶ γὰρ ἡ ἐλάα περὶ τοῦτον τὸν τόπον ἐστί, τῷ ποταμῷ μὲν οὐκ ἀρδευομένη, πλείω γὰρ ἢ τριακόσια στάδια ἀπέχει, ναματιαίοις δ᾿ ὕδασιν· εἰσὶ γὰρ κρῆναι πολλαί. τὸ δ᾿ ἔλαιον οὐδὲν χεῖρον τοῦ ἐνθάδε, πλὴν κακωδέστερον διὰ τὸ σπανίοις τοῖς ἁλσὶ χρῆσθαι· φύσει δὲ τὸ ξύλον τοῦ δένδρου καὶ σκληρὸν καὶ παραπλήσιον τεμνόμενον τὴν χρόαν τῷ λωτίνῳ.