Ancient Greek
Γ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.3-3
Not analysed yet
Ἀλλὰ τοῦτο μὲν οὐδὲν ἴσως διαφέρει ποτέρως ῥητέον. ἅπαν δὲ τὸ ἐξαγριούμενον τοῖς τε καρποῖς χεῖρον γίνεται καὶ αὐτὸ βραχύτερον καὶ φύλλοις καὶ κλωσὶ καὶ φλοιῷ καὶ τῇ ὅλῃ μορφῇ· καὶ γὰρ πυκνότερα καὶ οὐλότερα καὶ σκληρότερα καὶ ταῦτα καὶ ὅλη ἡ φύσις γίνεται, ὡς ἐν τούτοις μάλιστα τῆς διαφορᾶς τῶν ἡμέρων καὶ τῶν ἀγρίων γινομένης. δι᾿ ὃ καὶ ὅσα τῶν ἡμερουμένων τοιαῦτα τυγχάνει, ταῦτα ἄγριά φασιν εἶναι, καθάπερ τὴν πεύκην καὶ τὴν κυπάριττον, ἡ ὅλως ἡ τὴν ἄρρενα, καὶ τὴν καρύαν δὲ καὶ τὴν διοσβάλανον.