Ancient Greek · ~3 min
Θ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.3-8
Not analysed yet
Ἀναφύεται δὲ ἡ μὲν κριθὴ καὶ ὁ πυρὸς μονόφυλλα, ὁ δὲ πισὸς καὶ ὁ κύαμος καὶ ὁ ἐρέβινθος πολύφυλλα. ῥίζαν δὲ ἔχει τὰ μὲν χεδροπὰ πάντα ξυλώδη καὶ μίαν ἀπὸ δὲ ταύτης καὶ ἀποφ ύσεις λεπτάς. βαθυρριζότατον δὲ ὡς εἰπεῖν τούτων ὁ ἐρέβινθος, ἐνίοτε δὲ καὶ παρακαθίησιν· ἀλλ᾿ ὁ πυρὸς καὶ ἡ κριθὴ καὶ τὰ ἄλλα τὰ σιτώδη πολύρριζα καὶ λεπτόρριζα, δι᾿ ὃ καὶ ταρρώδη. καὶ πολύκλαδα καὶ πολύκαυλα πάντα τὰ τοιαῦτα. σχεδὸν δὲ καὶ ἐναντίωσίς τις ἑκατέρων ἐστί· τὰ μὲν γὰρ χεδροπὰ μονόρριζα ὄντα πολλὰς ἄνωθεν ἀπὸ τῶν καυλῶν ἀποφύσεις ἔχει πλὴν κυάμου· τὰ δὲ σιτηρὰ πολύρριζα πολλοὺς μὲν ἀνίησι βλαστούς, ἀπαράβλαστοι δὲ οὗτοι, πλὴν εἴ τι γένος πυρῶν τοιοῦτον, οὓς καλοῦσι σιτανίας καὶ κριθανίας.