Ancient Greek · ~4 min
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.5-4
Not analysed yet
Ἐν Αἰγύπτῳ δ᾿ ἐστὶν ἕτερον ἡ περσέα καλούμενον, τῇ μὲν προσόψει μέγα καὶ καλόν, παραπλήσιον δὲ μάλιστα τῇ ἀπίῳ καὶ φύλλοις καὶ ἄνθεσι καὶ ἀκρεμόσι καὶ τῷ ὅλῳ σχήματι· πλὴν τὸ μὲν ἀείφυλλον τὸ δὲ φυλλοβόλον. καρπον δὲ φέρει πολὺν καὶ πᾶσαν ὥραν· περικαταλαμβάνει γὰρ ὁ νέος ἀεὶ τὸν ἔνον· πέττει δὲ ὑπὸ τοὺς ἐτησίας· τὸν δ᾿ ἄλλον ὠμότερον ἀφαιροῦσι καὶ ἀποτιθέασιν. ἔστι δὲ τὸ μέγεθος ἡλίκον ἄπιος, τῷ σχήματι δὲ πρόμακρος ἀμυγδαλώδης, χρῶμα δὲ αὐτοῦ ποιῶδες. ἔχει δὲ ἐντὸς κάρυον, ὥσπερ τὸ κοκκύμηλον, πλὴν ἔλαττον πολὺ καὶ μαλακώτερον· τὴν δὲ σάρκα γλυκεῖαν σφόδρα καὶ ἡδεῖαν καὶ εὔπεπτον· οὐδὲν γὰρ ἐνοχλεῖ πολὺ προσενεγκαμένων. εὔριζον δὲ τὸ δένδρον καὶ μήκει καὶ πάχει καὶ πλήθει πολύ· ἔχει δὲ καὶ ξύλον ἰσχυρὸν καὶ καλὸν τῇ ὄψει μέλαν, ὥσπερ ὁ λωτός, ἐξ οὗ καὶ τὰ ἀγάλματα καὶ τὰ κλινία καὶ τραπέζια καὶ τἆλλα τὰ τοιαῦτα ποιοῦσιν.