Ancient Greek · ~2 min
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.6-4
Not analysed yet
δὲ βάλανος ἔχει μὲν τὴν προσηγορίαν ἀπὸ τοῦ καρποῦ· φύλλον δ᾿ αὐτῇ παραπλήσιον τῷ τῆς μυρρίνης πλὴν προμηκέστερον. ἔστι δὲ τὸ δένδρον εὐπαχὲς μὲν καὶ εὐμέγεθες, οὐκ εὐφυὲς δὲ ἀλλὰ παρεστραμμένον. τοῦ καρποῦ δὲ τοῖς κελύφεσι χρῶνται οἱ μυρεψοὶ κόπτοντες· εὐῶδες γὰρ ἔχει τὸν δὲ καρπὸν αὐτὸν ἀχρεῖον. ἔστι δὲ καὶ τῷ μεγέθει καὶ τῇ ὄψει παραπλήσιος τῷ τῆς καππάριος· ξύλον δὲ ἰσχυρὸν καὶ εἰς ἄλλα τε χρήσιμον καὶ εἰς τὰς ναυπηγίας.