Ancient Greek · ~4 min
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.7-2
Not analysed yet
Tὸ δὲ καλούμενον κουκιόφορόν ἐστιν ὅμοιον τῷ φοίνικι· τὴν δὲ ὁμοιότητα κατὰ τὸ στέλεχος ἔχει καὶ τὰ φύλλα· διαφέρει δὲ ὅτι ὁ μὲν φοῖνιξ μονοφυὲς καὶ ἁπλοῦν ἐστι, τοῦτο δὲ προσαυξηθὲν σχίζεται καὶ γίνεται δίκρουν, εἶτα πάλιν ἑκάτερον τουτων ὁμοιως· ἔτι δὲ τὰς ῥάβδους βραχείας ἔχει σφόδρα καὶ οὐ πολλας. χρῶνται δὲ τῷ φ ύλλῳ. καθάπερ τῷ φοίνικι, πρὸς τὰ πλέγματα. καρπον δὲ ἴδιον ἔχει πολὺ διαφέροντα καὶ μεγέθει καὶ σχήματι καὶ χυλῷ· μέγεθος μὲν γὰρ ἔχει σχεδὸν χειροπληθές· στρογγύλον δὲ καὶ οὐ προμήκη· χρῶμα ἐπίξανθον· χυλὸν δὲ γλυκὺν καὶ εὔστομον· οὐκ ἀθρόον δέ, ὥσπερ ὁ φοῖνιξ, ἀλλὰ κεχωρισμένον καθ᾿ ἕνα· πυρῆνα δὲ μέγαν καὶ σφόδρα σκληρόν. ἐξ οὗ τοὺς κρίκους τορνεύουσι τοὺς εἰς τοὺς στρωματεῖς τοὺς διαποικίλους· διαφέρει δὲ πολὺ τὸ ξύλον τοῦ φοίνικος· τὸ μὲν γὰρ μανὸν καὶ ἰνῶδες καὶ χαῦνον, τὸ δὲ πυκνὸν καὶ βαρὺ καὶ σαρκῶδες καὶ διατμηθὲν οὖλον σφόδρα καὶ σκληρόν ἐστιν. καὶ οἵ γε δὴ Πέρσαι πάνυ ἐτίμων αὐτὸ καὶ ἐκ τούτου τῶν κλινῶν ἐποιοῦντο τοὺς πόδας.