Ancient Greek · ~4 min
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.8-2
Not analysed yet
Ἡ δὲ ἄκανθα καλεῖται μὲν διὰ τὸ ἀκανθῶδες ὅλον τὸ δένδρον εἶναι πλὴν τοῦ στελέχους· καὶ γὰρ ἐπὶ τῶν ἀκρεμόνων καὶ ἐπὶ τῶν βλαστῶν καὶ ἐπὶ τῶν φύλλων ἔχει. μεγέθει δὲ μέγα, καὶ γὰρ δωδεκάπηχυς ἐξ αὐτῆς ἐρέψιμος ὕλη τέμνεται. διττὸν δὲ τὸ γένος αὐτῆς, ἡ μὲν γάρ ἐστι λευκὴ ἡ δὲ μέλαινα· καὶ ἡ μὲν λευκὴ ἀσθενής τε καὶ εὔσηπτος· ἡ δὲ μέλαινα ἰσχυροτέρα τε καὶ ἄσηπτος, δι᾿ ὃ καὶ ἐν ταῖς ναυπηγίαις χρῶνται πρὸς τὰ ἐγκοίλια αὐτῇ. τὸ δένδρον δὲ οὐκ ἄγαν ὀρθοφυές. ὁ δὲ καρπὸς ἔλλοβος, καθάπερ τῶν χεδροπῶν, ᾧ χρῶνται οἱ ἐγχώριοι πρὸς τὰ δέρματα ἀντὶ κηκίδος. τὸ δ᾿ ἄνθος καὶ τῇ ὄψει καλόν, ὥστε καὶ στεφάνους ποιεῖν ἐξ αὐτοῦ, καὶ φαρμακὼδες, δι᾿ ὃ καὶ συλλέγουσιν οἱ ἰατροί. γίνεται δὲ ἐκ ταύτης καὶ τὸ κόμμι· καὶ ῥέει καὶ πληγείσης καὶ αὐτόματον ἄνευ σχάσεως. ὅταν δὲ κοπῇ, μετὰ τρίτον ἔτος εὐθὺς ἀναβεβλάστηκε· πολὺ δὲ τὸ δένδρον ἐστί, καὶ δρυμὸς μέγας περὶ τὸν Θηβαϊκὸν νόμον, οὗπερ καὶ ἡ δρῦς καὶ ἡ περσέα πλείστη καὶ ἡ ἐλάα.