Ancient Greek
Η, Chapter 3
Theophrastus, Enquiry into Plants 3.1-7
Not analysed yet
III. Ἀνθεῖ δὲ τῶν μὲν ἄλλων ἕκαστον ἀθρόον, τὸ δὲ ὤκιμον κατὰ μέρος, τὰ κάτω πρῶτον εἶτ᾿ ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἄνω, δι᾿ ὃ καὶ πολυχρόνιον ἐν τῷ ἀνθεῖν, καθάπερ κύαμος καὶ τῆς πόας τὸ ἡλιοτρόπιον καλούμενον καὶ ἄλλα δὲ τῶν ἀγρίων. ἀνθεῖ δὲ καὶ ὁ σίκυος πολὺν χρόνον· καὶ γὰρ ἐπιβλαστάνειν τούτῳ γε συμβαίνει. τὰ δὲ ἄνθη τῶν μὲν ἔκλευκα τῶν δὲ μηλινοειδῆ τῶν δὲ μικρὸν ἐπιπορφυρίζοντα, εὔχρουν δ᾿ οὐθέν.