Ancient Greek
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.3-6
Not analysed yet
Τόπον δὲ πολὺν ἐπέχει τῆς Λιβύης· πλείω γάρ φασιν ἢ τετρακισχίλια στάδια· πλεῖστα δὲ γίνεσθαι περὶ τὴν σύρτιν ἀπὸ τῶν Εὐεσπερίδων. ἴδιον δὲ τὸ φεύγειν τὴν ἐργαζομένην καὶ ἀεὶ συνεργαζομένης καὶ συνημερουμένης ἐξαναχωρεῖν, ὡς οὐ δεομένου δῆλον ὅτι θεραπείας ἀλλ᾿ ὄντος ἀγρίου. φασὶ δ᾿ οἱ Κυρηναῖοι φανῆναι τὸ σίλφιον ἔτεσι πρότερον ἢ αὐτοὶ τὴν πόλιν ᾤκησαν ἑπτά· οἰκοῦσι δὲ μάλιστα περὶ τριακόσια εἰς Σιμωνίδην ἄρχοντα Ἀθήνῃσιν.