Ancient Greek · ~3 min
Δ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.4-3
Not analysed yet
Ἔνιοι δὲ τὸ τοῦ λωτοῦ δένδρον θαμνῶδες εἶναι καὶ πολύκλαδον, τῷ στελέχει δὲ εὐπαχές· τὸν δὲ καρπὸν μέγα τὸ κάρυον ἔχειν· τὸ δ᾿ ἐκτὸς οὐ σαρκῶδες ἀλλὰ δερματωδέστερον· ἐσθιόμενον δὲ οὐχ οὕτω γλυκὺν ὡς εὔστομον· καὶ τὸν οἶνον ὃν ἐξ αὐτοῦ ποιοῦσιν οὐ διαμένειν ἀλλ᾿ ἢ δύο ἢ τρεῖς ἡμέρας εἶτ᾿ ὀξύνειν. ἡδίω μὲν οὖν τὸν καρπὸν τὸν ἐν τοῖς Λωτοφάγοις, ξύλον δὲ κάλλιον τὸ ἐν Κυρηναίᾳ· θερμοτέραν δὲ εἶναι τὴν χώραν τὴν τῶν Λωτοφάγων· τοῦ ξύλου δὲ τὴν ῥίζαν εἶναι μελαντέραν μὲν πολὺ πυκνὴν δὲ ἦττον καὶ εἰς ἐλάττω χρησίμην· εἰς γὰρ τὰ ἐγχειρίδια καὶ τὰ ἐπικολλήματα χρῆσθαι, τῷ ξύλῳ δὲ εῖς τε τοὺς αὐλοὺς καὶ εἰς ἄλλα πλείω.