Ancient Greek · ~3 min
Γ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.2-3
Not analysed yet
Αὐτῶν δὲ τῶν καθ᾿ ἕκαστα δένδρων τὰ μὲν συναναβλαστάνει τοῖς ἡμέροις, οἷον ἀνδράχλη ἀφάρκη· ἀχρὰς δὲ μικρῷ ὕστερον τῆς ἀπίου. τὰ δὲ καὶ πρὸ ζεφύρου καὶ μετὰ πνοὰς εὐθὺ ζεφύρου. καὶ πρὸ ζεφύρου μὲν κρανεία καὶ θηλυκρανεία, μετὰ ζέφυρον δὲ δάφνη κλήθρα, πρὸ ἰσημερίας δὲ μικρὸν φίλυρα ζυγία φηγὸς συκῆ· πρωΐβλαστα δὲ καὶ καρύα καὶ δρῦς καὶ ἀκτέος· ἔτι δὲ μᾶλλον τὰ ἄκαρπα δοκοῦντα καὶ ἀλσώδη, λεύκη πτελέα ἰτέα αἴγειρος· πλάτανος δὲ μικρῷ ὀ ψιαίτερον τούτων. τὰ δὲ ἄλλα ὥσπερ ἐνισταμένου τοῦ ἦρος, οἷον ἐρινεὸς φιλύκη ὀξυάκανθος παλίουρος τέρμινθος καρύα διοσβάλανος· μηλέα δ᾿ ὀψίβλαστος· ὀψιβλαστότατον δὲ σχεδὸν ἴψος ἀρία τετραγωνία θύεια μίλος. αἱ μὲν οὖν βλαστήσεις οὕτως ἔχουσιν.