Ancient Greek · ~2 min
Γ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.3-3
Not analysed yet
Αἱ δὲ ἀνθήσεις ἀκολουθοῦσι μὲν ὡς εἰπεῖν κατὰ λόγον, οὐ μὴν ἀλλὰ παραλλάττουσι, μᾶλλον δὲ καὶ ἐπὶ πλέον ἡ τῶν καρπῶν τελείωσις. κρανεία μὲν γὰρ ἀποδίδωσι περὶ τροπὰς θερινὰς ἡ πρώιος σχεδὸν ὥσπερ πρῶτον· ἡ δ᾿ ὄψιος, ἣν δή τινες καλοῦσι θηλυκρανείαν, μετ᾿ αὐτὸ τὸ μετόπωρον· ἔστι δὲ ὁ ταύτης καρπὸς ἄβρωτος καὶ τὸ ξύλον ἀσθενὲς καὶ χαῦνον· τοσαυτη δὴ διαφορὰ περὶ ἄμφω.