Ancient Greek · ~3 min
Γ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.4-3
Not analysed yet
4 τέρμινθος δὲ περὶ πυροῦ ἀμητὸν ἢ μικρῷ ὀψιαίτερον ἀποδίδωσι καὶ μελία καὶ σφένδαμνος τοῦ θέρους τὸν καρπόν· κλήθρα δὲ καὶ καρύα καὶ ἀχράδων τι γένος μετοπώρου· δρῦς δὲ καὶ διοσβάλανος ὀψιαίτερον ἔτι περὶ Πλειάδος δύσιν, ὡσαύτως δὲ καὶ φιλύκη καὶ πρῖνος καὶ παλίουρος καὶ ὀξυάκανθος μετὰ Πλειάδος δύσιν· ἡ δ᾿ ἀρία χειμῶνος ἀρχομένου· καὶ ἡ μηλέα μὲν τοῖς πρώτοις ψύχεσιν, ἀχρὰς δὲ ὀψία χειμῶνος· ἀνδράχλη δὲ καὶ ἀφάρκη τὸ μὲν πρῶτον πεπαίνουσιν ἅμα τῷ βότρυϊ περκάζοντι, τὸ δὲ ὕστερον, δοκεῖ γὰρ ταῦτα δίκαρπα, ἀρχομένου τοῦ χειμῶνος, ἐλάτη δὲ καὶ μίλος ἀνθοῦσι μικρὸν πρὸ ἡλίου τροπῶν· τὸν δὲ καρπὸν ἀφιᾶσι μετὰ δύσιν Πλειάδος.