Ancient Greek · ~2 min
B, Chapter 5
Theophrastus, Enquiry into Plants 5.1-2
Not analysed yet
V. Ἐπεὶ δὲ καὶ αἱ ἐργασίαι καὶ αἱ θεραπεῖαι μεγάλα συμβάλλονται, καὶ ἔτι πρότερον αἱ φυτεῖαι καὶ ποιοῦσι μεγάλας διαφοράς, λεκτέον καὶ περὶ τούτων. Καὶ πρῶτον περὶ τῶν φυτειῶν. αἱ μὲν οὖν ὧραι πρότερον εἴρηνται καθ᾿ ἃς δεῖ. τὰ δὲ φυτὰ λαμβάνειν κελεύουσιν ὡς κάλλιστα καὶ ἐξ ὁμοίας γῆς εἰς ἣν μέλλεις φυτεύειν, ἢ χειρονος· τοὺς δὲ γυροὺς προορύττειν ὡς πλείστου χρόνου καὶ βαθυτέρους αἰεὶ καὶ τοῖς ἐπιπολαιορριζοτέροις.